Add parallel Print Page Options

23 ὁ δὲ Ἰησοῦς [a]ἀποκρίνεται αὐτοῖς λέγων· Ἐλήλυθεν ἡ ὥρα ἵνα δοξασθῇ ὁ υἱὸς τοῦ ἀνθρώπου. 24 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει· ἐὰν δὲ ἀποθάνῃ, πολὺν καρπὸν φέρει. 25 ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ [b]ἀπολλύει αὐτήν, καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. 26 ἐὰν ἐμοί [c]τις διακονῇ ἐμοὶ ἀκολουθείτω, καὶ ὅπου εἰμὶ ἐγὼ ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμὸς ἔσται· [d]ἐάν τις ἐμοὶ διακονῇ τιμήσει αὐτὸν ὁ πατήρ.

27 Νῦν ἡ ψυχή μου τετάρακται, καὶ τί εἴπω; πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην. 28 πάτερ, δόξασόν σου τὸ ὄνομα. ἦλθεν οὖν φωνὴ ἐκ τοῦ οὐρανοῦ· Καὶ ἐδόξασα καὶ πάλιν δοξάσω. 29 ὁ οὖν ὄχλος ὁ ἑστὼς καὶ ἀκούσας ἔλεγεν βροντὴν γεγονέναι· ἄλλοι ἔλεγον· Ἄγγελος αὐτῷ λελάληκεν. 30 ἀπεκρίθη [e]Ἰησοῦς καὶ εἶπεν· Οὐ δι’ ἐμὲ [f]ἡ φωνὴ αὕτη γέγονεν ἀλλὰ δι’ ὑμᾶς. 31 νῦν κρίσις ἐστὶν τοῦ κόσμου τούτου, νῦν ὁ ἄρχων τοῦ κόσμου τούτου ἐκβληθήσεται ἔξω· 32 κἀγὼ [g]ἐὰν ὑψωθῶ ἐκ τῆς γῆς, πάντας ἑλκύσω πρὸς ἐμαυτόν. 33 τοῦτο δὲ ἔλεγεν σημαίνων ποίῳ θανάτῳ ἤμελλεν ἀποθνῄσκειν.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:23 ἀποκρίνεται WH Treg NIV ] ἀπεκρίνατο RP
  2. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:25 ἀπολλύει WH Treg NIV ] ἀπολέσει RP
  3. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:26 τις διακονῇ WH Treg NIV ] διακονῇ τις RP
  4. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:26 ἐάν WH Treg NIV ] καὶ ἐάν RP
  5. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:30 Ἰησοῦς καὶ εἶπεν Treg NIV RP ] καὶ εἶπεν Ἰησοῦς WH
  6. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:30 ἡ φωνὴ αὕτη WH Treg NIV ] αὕτη ἡ φωνὴ RP
  7. ΚΑΤΑ ΙΩΑΝΝΗΝ 12:32 ἐὰν Treg NIV RP ] ἂν WH